Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.213 Joseph. AJ 9.218 (English) >>Joseph. AJ 9.222

9.216ἔτος ἤδη τέταρτον πρὸς τοῖς δέκα βασιλεύοντος Ἱεροβοάμου, τῶν δύο φυλῶν ἐβασίλευσεν ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἀχίας μὲν τοὔνομα ἀστῆς δὲ τὸ γένος. ἀγαθὸς δὲ ἦν καὶ δίκαιος τὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος. 9.217στρατευσάμενος δὲ καὶ ἐπὶ Παλαιστίνους καὶ νικήσας μάχῃ πόλεις αὐτῶν ἔλαβε κατὰ κράτος Γίτταν καὶ Ἰάμνειαν καὶ κατέσκαψεν αὐτῶν τὰ τείχη. μετὰ δὲ ταύτην τὴν στρατείαν ἐπῆλθε τοῖς τῇ Αἰγύπτῳ γειτνιῶσιν Ἄραψι καὶ πόλιν κτίσας ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐγκατέστησεν αὐτῇ φρουράν. 9.218ἔπειτα τοὺς Ἀμμανίτας καταστρεψάμενος καὶ φόρους αὐτοῖς ὁρίσας τελεῖν καὶ πάντα τὰ μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· ὅσα γὰρ τῶν τειχῶν ὑπὸ τοῦ χρόνου καταβέβλητο ὑπὸ τῆς ὀλιγωρίας τῶν πρὸ αὐτοῦ βασιλέων, ταῦτά τε ἀνῳκοδόμει καὶ κατεσκεύαζεν, ὅσα τε ἦν καταβεβλημένα ὑπὸ τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως, ὅτε τὸν πατέρα αὐτοῦ λαβὼν αἰχμάλωτον τὸν Ἀμασίαν εἰσῆλθεν εἰς τὴν πόλιν. 9.219προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς πεντήκοντα πηχῶν ἕκαστον. καὶ φρουροὺς δὲ ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δʼ αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος· εὐφυὴς γὰρ ἦν χώρα πρὸς νομάς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.213 Joseph. AJ 9.218 (English) >>Joseph. AJ 9.222

Powered by PhiloLogic